Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 341
Not analysed yet
Ὁ δ’ Ἡρακλέων τὸ μὲν »Ἐκ τῆς πόλεως« ἀντὶ τοῦ »ἐκ τοῦ κόσμου« ἐξείληφεν· τὸ δὲ »Διὰ τὸν λόγον τῆς γυ- »ναικός« τουτέστιν διὰ. τῆς πνευματικῆς ἐκκλησίας· καὶ ἐπισημαίνεταί γε τὸ »Πολλοὶ« ὡς πολλῶν ὄντων ψυχικῶν· τὴν δὲ μίαν λέγει τὴν ἄφθαρτον τῆς ἐκλογῆς φύσιν καὶ μονοειδῆ καὶ ἑνικήν. ἔστημεν δὲ ἐν τοῖς ἀνωτέρω, ὡς οἱόν τε ἠν, πρὸς ταῦτα. IV, 40f. Ὡς οὖν ἦλθον Πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι Παρ’ αὐτοῖς. καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. καὶ πολλῷ Πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ.