Ancient Greek
342 to 344
Origen, Commentarii in Evangelium Joannis 342-344
Not analysed yet
. Οὐκ ἀπιθάνως τις συγκρούσει τὸ »Εἰς ὁδὸν Μνῶν μὴ »ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε« τῷ ῥητῷ τούτῳ. ἐρωτηθεὶς γὰρ ὁ σωτὴρ μεῖναι παρὰ τοῖς Σαμαρείταις »ἔμεινεν ἐκεῖ »δύο ἡμέρας«, ὁ εἰπών· »Εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε«. δῆλον οὖν ὅτι καὶ οἱ μαθηταὶ αὐτοῦ συνεισεληλύθεισαν αὐτῷ. λεκτέον δὲ πρὸς τοῦτο ὅτι τὸ μὲν εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν ἔστιν ἀναλαβεῖν τι δόγμα ἐθνικὸν ἀλλότριον τοῦ »Ἰσραὴλ τοῦ θεοῦ«, καὶ ὁδεῦσαι κατ᾿ αὐτό· τὸ δ᾿ εἰς πόλιν εἰσελθεῖν Σαμαρειτῶν τὸ ἔν τινι γενέσθαι ψευδωνύμῳ γνώσει τῶν λεγόντων νομικοῖς ἢ προφητικοῖς ἢ εὐαγγελικοῖς ἢ ἀποστολικοῖς προσέχειν λόγοις. ἔξεστιν δὲ καταλιπόντων τῶν Σαμαρειτῶν τὴν ἰδίαν πόλιν καὶ ἐλθόντων πρὸς Ἰησοῦν παρὰ τὴν τοῦ Ἰακὼβ πηγὴν ἀποδεξάμενον τὴν προαίρεσιν τῶν πιστευσάντων τὸν Ἰησοῦν μεῖναι παρὰ τοῖς ἐρωτήσασιν.