Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 345
Not analysed yet
οἶμαι δ᾿ ὅτι παρατετηρημένως ὁ Ἰωάννης οὐ πεποίηκεν τὸ »ἠρώτων »αὐτὸν« οἱ Σαμαρεῖται εἰσελθεῖν εἰς τὴν Σαμάρειαν, ἢ εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλὰ »μεῖναι παρ’ αὐτοῖς«· οὐ γὰρ ταὐτόν ἐστιν τὸ »μεῖναι παρὰ τῷ πιστεύοντι« καὶ τὸ »εἰσελθεῖν εἰς τὴν πόλιν αὐτοῦ«. καὶ τῷ ἑξῆς δὲ οὔ φησι· καὶ ἔμεινεν ἐν τῇ πόλει ἐκείνῃ δύο ἡμέρας, ἢ ἔμεινεν ἐν τῇ Σαμαρείᾳ, ἀλλ’ »Ἔμεινεν ἐκεῖ«, τουτέστιν παρὰ τοῖς ἐρωτήσασιν.