Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 348
Not analysed yet
ἡ μὲν οὖν ἀρχὴ τῶν ἀπὸ τῆς Σαμαρείας πιστευόντων πολλῶν ἦν ὁ λόγος τῆς γυναικὸς μαρτυρούσης ὅτι »Εἶπέν μοι πάντα ἃ »ἐποίησα«· ἡ δὲ αὔξησις καὶ ὁ πληθυσμὸς τῶν πολλῷ πιστευόντων οὐκέτι διὰ τὸν λόγον τῆς γυναικὸς ἀλλὰ διὰ τὸν λόγον αὐτόν. οὐ γὰρ ὁμοίως αὐτὸς ἀφ᾿ ἑαυτοῦ θεωρεῖται ὁ λόγος, φωτίζων τὸν χωροῦντα, καὶ ὅτε δι’ ἑτέρου λεγόμενος μαρτυρεῖται.