Ancient Greek · ~2 min
349 to 350
Origen, Commentarii in Evangelium Joannis 349-350
Not analysed yet
Ὁ δὲ Ἡρακλέων εἰς τοὺς τόπους ταῦτά φησιν »παρ᾿ »αὐτοῖς« ἔμεινεν καὶ οὐκ »ἐν αὐτοῖς‘ »καὶ δύο ἡμέρας, ἤτοι τὸν ἐνεστῶτα αἰῶνα καὶ τὸν μέλλοντα τὸν ἐν γάμῳ, ἢ τὸν πρὸ τοῦ πάθους αὐτοῦ χρόνον καὶ τὸν μετὰ τὸ πάθος, ὃν παρ᾿ αὐτοῖς ποιήσας πολλῷ πλείονας διὰ τοῦ ἰδίου λόγου ἐπιστρέψας εἰς πίστιν ἐχωρίσθη ἀπ᾿ αὐτῶν. λεκτέον δὲ πρὸς τὴν δοκοῦσαν αὐτοῦ παρατήρησιν, »Παρ᾿ αὐτοῖς« αὐτοῖς‘ καὶ οὐκ »ἐν αὐτοῖς« γέγραπται, ὅτι ὅμοιον τῷ παρ’ αὐτοῖς‘ ἐστὶν τὸ »Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας »τὰς ἡμέρας« οὐ γὰρ οἶπεν· »ἐν ὑμῖν εἰμι«.