Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 35
Not analysed yet
πρῶτον δὲ τῶν τριῶν με- μαθήκαμεν, ἐν τίνι ἦν ὁ λόγος, ὅτι »ἐν ἀρχῇ«, καὶ πρὸς τίνα οὖτος ᾖν, ὅτι »πρὸς τὸν θεόν«, καὶ τίς ὁ λόγος ἦν, ὅτι »θεός«. οἱονεὶ οὖν δεικνὺς τὸν προειρημένον θεὸν λόγον διὰ τοῦ »Οὖτος«, καὶ συνάγων εἰς τετάρτην πρότασιν τό τε »Ἐν ἀρχῇ ἦν ὁ λόγος« καὶ τὸ »‘Ο λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος« φηςίν· »Οὖτος »ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. «