Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 36
Not analysed yet
δύναται μέντοι γε τὸ τῆς ἀρχῆς ὄνομα λαμβάνεσθαι καὶ ἐπὶ τῆς τοῦ κόσμου ἀρχῆς, μανθανόντων ἡμῶν διὰ τῶν λεγομένον ὅτι πρεσβύτερος ὁ λόγος τῶν ἀπ᾿ ἀρχῆς γενομένων ἦν. εἰ γὰρ »ἐν ἀρχῇ ἐποίησεν ὁθεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«, τὸ δὲ »Ἐν ἀρχῇ ἦν« δαφῶς πρεσβύτερόν ἐστι τοῦ ἐν ἀρχῇ πεποιημένου, οὐ μόνον στερεώματος καὶ ξηρᾶς, ἀλλὰ οὐρανοῦ καὶ γῆς πρεσβήτερός ἐστιν ὁ λόγος.