Ancient Greek · ~3 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 351
Not analysed yet
ἔτι δὲ λέγων τὰς δύο ἡμέρας ἤτοι τοῦτον τὸν αἰῶνα εἶναι καὶ τὸν μέλλοντα, ἢ τὸν πρὸ τοῦ πάθους καὶ μετὰ τὸ πάθος, οὔτε τοὺς ἐπερχομένους αἰῶνας μετὰ τὸν μέλλοντα νενόηκεν, περὶ ὡν φησιν ὁ ἀπόστολος· »Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς »ἐπερχομένοις« οὔτε ὁρᾷ, ὅτι οὐ μόνον πρὸ τοῦ πάθους καὶ μετὰ τὸ πάθος σύνεστιν τοῖς ἐρχομένοις πρὸς αὐτὸν ὁ Ἰησοῦς καὶ μετὰ τοῦτο χωρίζεται· ἀεὶ γὰρ μετὰ τῶν μαθητῶν έστιν μηδεπώποτε καταλείπων αὐτούς, ὥστε καὶ λέγειν αὐτούς· »Ζῶ »δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός«. IV, 42. Τῇ δὲ γυναικὶ ἔλεγον· Οὐκέτι διὰ τὴν λαλιάν σου πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν, ὅτι ἀληθῶς οὗτός ἐστιν ὁ σωτὴρ τοῖ κόσμου·