Ancient Greek · ~7 min
353 to 358
Origen, Commentarii in Evangelium Joannis 353-358
Not analysed yet
ἀμήχανον γὰρ τὸ αὐτὸ τῷ ἑωρακότι γινόμενον περὶ τὸ ἡγεμονικὸν πάθος παθεῖν τὸν ἀπὸ τοῦ ἑωρακότος καὶ ἀπαγγέλλοντος αὐτὸν διδασκόμενον· καὶ κρεῖττόν γε διὰ εἴδους περιπατεῖν ἢ διὰ πίστεως. διὰ τοῦτο οἱ μὲν οἱονεὶ διὰ εἴδους περιπατοῦντες ἐν τοῖς προηγουμένοις λέγοιντο ἂν εἶναι χαρίσμασιν »λόγῳ σοφίας« διὰ τοῦ πνεύματος τοῦ θεοῦ καὶ »λόγῳ γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα«· οἱ δὲ διὰ πίστεως, εἰ καὶ χάρισμά ἐστιν ἡ πίστις κατὰ τὸ »Ἄλλῳ δὲ πίστις »ἐν τῷ αὐτῷ πνεύματι«, τῇ τάξει τῶν προτέρων εἰσὶν ὕστεροι. ἐξεταστέον δὲ πότε καὶ πῶς λέγει Παῦλος· »Διὰ πίστεως γὰρ περιπα- »τοῦμεν, οὐ διὰ εἴδους«. πῶς γάρ, ὡς οἱ πολλοὶ νοοῦσιν, διὰ πίστεως καὶ οὐ διὰ εἴδους περιπατεῖ ὁ ἐμβριθέστατα λέγων· »Οὐκ εἰμὶ ἐλεύ- »θερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ Ἰησοῦν τὸν κύριον ἡμῶν ἑώρακα; »οὐ τὸ ἔργον μου ὑμεῖς ἐστὲ ἐν κυρίῳ; «ἴδωμεν οὖν τὸ ῥητὸν πῶς δεῖ ἐκλαβεῖν τὸ »Διὰ πίστεως γὰρ περιπατοῦμεν οὐ διὰ εἴδους« ἀναλαβόντες αὐτὸ ἀπὸ τῶν ἀνωτέρω οὕτως ἐχόντων· »Ὁ δὲ κατεργασά- »μενος ἡμᾶς εἰς αὐτὸ αὐτὸ τοῦτο θεός, ὀ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ »πνεύματος. θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες »ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου· διὰ πίστεως γὰρ περι- »πατοῦμεν οὐ διὰ εἴδους« (δῆλον δ’ ὅτι ἐνδημοῦντες ἐν τῷ ὅτε ἐκδημοῦμεν ἀπὸ τοῦ· κυρίου) θαρροῦντες »μᾶλλον εὐδοκοῦμεν »ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον‘. τούτων οὕτως εἰρημένων εἰς τὸ νοῆσαι τί τὸ ἐνδημεῖν τῷ σώματι καὶ ἐκδημεῖν ἀπὸ τοῦ κυρίου, τί τε τὸ ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι Πρὸς τὸν κύριον, ἑαυτῶν πυθώμεθα τί περὶ τοῦ ἀποστόλου ἐροῦμεν· πότερον ὅτι ἐνδημῶν τῷ σώματι ἐξεδήμει ἀπὸ τοῦ κυρίου, ἢ ὅτι ἐκδημῶν τοῦ σώματος ἐνεδήμει τῷ κυρίῳ.