Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 359
Not analysed yet
ἀλλὰ σαφῶς, ἐπεὶ »οἱ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται«, οἱ δὲ ἅγιοι οὐκ εἰσὶν έν σαρκὶ »ἀλλ᾿ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ έν αὐτοῖς«, Παῦλος οὐκ ἦν ἐν σαρκὶ οὐδὲ ἐν σώματι· ἀληθεύει γὰρ λέγων· »Δοκῶ »δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν« οὐκ ἐνδημῶν δὴ τῇ σαρκὶ καὶ σώματι, τοῦ ἐνδημοῦντος τῷ σώματι διὰ πίστεως περιπατοῦντος οὐ διὰ εἴδους.