Ancient Greek · ~6 min
368 to 373
Origen, Commentarii in Evangelium Joannis 368-373
Not analysed yet
προειπὼν γοῦν τίνα τρόπον ἀφίησιν τὴν Ἰουδαίαν καὶ ἄπεισιν εἰς τὴν Γαλιλαίαν ὁ κύριος, διηγησάμενός τε (ἐπεὶ ἔδει αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας) τὰ λεγόμενα πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ τῷ Ἰωσὴφ παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ, καὶ πῶς ἔμεινεν δύο ἡμέρας παρὰ τοῖς Σαμαρείταις, ἀποδίδωσιν τὴν εἰς Γαλιλαίαν ἄφιξιν αὐτοῦ, καίτοιγε οὐκ ὀλίγων μεταξὺ εἰρημένων. ἐπεὶ δὲ ἐν τοῖς ἀνωτέρω προείπομεν βελτίονός τινος σύμβολον εἶναι τὴν Ἰουδαίαν, ἄνω που κειμένην, ἐλάττονος· δὲ τὴν Γαλιλαίαν, κατὰ τοῦτο ἐπισκοπῆς δεομένων καὶ τῶν ἐλαττόνων ὁ φιλάνθρωπος θεὸς οὐ καταφρονεῖ, διὰ τοῦτο καὶ τοὺς Σαμαρείτας τάχιον καταλιπὼν ὑπὲρ τοῦ τοῖς προθύμως αὐτὸν ἀποδεξομένοις Γαλιλαίοις ἐπιστῆναι καὶ τὸν τοῦ βασιλικοῦ υἱὸν ἰάσασθαι. ταῦτα δὲ ἐν τῇ Γαλιλαίᾳ ποιήσας, ἐνστάσης τῆς τῶν Ἰουδαίων ἑορτῆς ἀναβαίνει εἰς Ἱεροσόλυμα, τὴν ἑορτὴν κρείττονα καὶ ἱλαρωτέραν τῇ ἑαυτοῦ ποιῶν ἐπιδημίᾳ. Ἴδωμεν δὲ τί έστιν καὶ τὸ »Αὐτὸς γὰρ Ἰησοῦς ἐμαρ- »τύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει« καὶ ἀξίως τοῦ Ἰησοῦ μαρτυροῦντος ζητητέον τὸν τῆς λέξεως νοῦν. πατρὶς δὴ τῶν προφητῶν ἐν τῇ Ἰουδαίᾳ ἦν, καὶ φανερόν ἐστιν τιμὴν αὐτοὺς παρὰ Ἰουδαίοις μὴ ἐσχηκέναι, λιθασθέντας, πρισθέντας, πειρασθέντας, ἐν φόνῳ μαχαίρας ἀποθανόντας, διὰ τὸ ἀτιμάζεσθαι περιελθόντας ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερουμένους, θλι- βομένους, κακουχουμένους. καὶ ὀνειδίζονταί γε Ἰουδαῖοι ὑπὸ τοῦ λέγοντος πρὸς αὐτούς· »Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως »τοῦ δικαίου; «οἵτινες ἐπὶ τέλει καὶ τὸν ἐπὶ πᾶσι προφήτην, δι᾿ οὗ οἱ προφῆται προφῆται γεγένηνται, ἀτιμάσαντες· »Αἶρε, αἶρε, σταύρου »αὐτόν« ἔλεγον.