Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 367
Not analysed yet
καὶ τάχα τὸ μὲν βούλημα τοῦ ῥητοῦ τοῦτ’ ἔστιν, ὡς ἰδιώτης δὲ τῷ λόγῳ ὁ Ἰωάννης δυσπαραστάτως ἔφρασεν ὃ νενόηκεν. εἰς γὰρ τίνα τόπον τῆς Γαλιλαίας ἐδέξαντο αὐτὸν »ἑωρακότες πάντα, »ὅσα ἐποήσεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ«, οὐκ εἴρηται, ἀλλὰ καὶ μετὰ τοῦτο ὅτι ἦλθεν »εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας« ἀνέγραψεν. κατακούει δὲ ἑαυτοῦ ὁ εὐαγγελιστὴς καὶ οὐκ ἀπορεῖ τοῦ προκειμένου.