Ancient Greek · ~6 min
375 to 380
Origen, Commentarii in Evangelium Joannis 375-380
Not analysed yet
»πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ‘ καὶ χρήσιμόν γε τὸ συγγενὲς τούτῳ ῥητὸν συναγαγόντας ἀπὸ τῶν εὐαγγελίων ἰδεῖν πότε καὶ ἐπὶ τίνι τῷ σωτῆρι τοῦτο εἴρηται. θαυμάσαι δὲ ἔστιν τὸ ἀληθὲς τῆς ἀπο- φάσεως τοῦ σωτῆρος φθάσαν οὐ μόνον ἐπὶ τοὺς ἁγίους προφήτας ἀτιμασθέντας παρὰ τοῖς οἰκείοις καὶ ἐπ᾿ αὐτὸν τὸν κύριον ἡμῶν, ἀλλὰ καὶ ἐπὶ τοὺς ἔν τινι σοφίᾳ διατρίψαντας καὶ καταφρονηθέντας ὑπὸ τῶν πολιτῶν, ὥστε τινὰς αὐτῶν καὶ τὴν ἐπὶ θανάτῳ ἀπαχθῆναι. ἔξεστιν δὲ ταῦτα ἀπὸ τῆς Ἑλληνικῆς ἱστορίας ἀναλέξασθαι περὶ τῶν φιλοσοφησάντων καὶ ἀστρονομησάντων ἢ ὁποίοις δήποτε μαθήμασιν διαπρεψάντων. ἀτιμαζόντων δὲ καὶ αὑται αἱ φωναί· »Οὐχ »ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ; καὶ »οἱ ἀδελφοὶ αὐτοῦ εἰσιν πρὸς ἡμᾶς; πόθεν οὖν τούτῳ πάντα ταῦτα; «καὶ παραδοξότατόν γε ἐπὶ τῶν προφητῶν τοῦτο συμβέβηκεν, τὸ μὲν ζῶν αὐτῶν οὐ τετιμήκασιν οἱ πολῖται, τὸ δὲ νεκρὸν περιέπουσιν οἰκοδομοῦντες αὐτῶν τὰ μνημεῖα καὶ κοσμοῦντες. οἰκοδομεῖν δέ ἐστιν τὰ μνημεῖα τῶν προφητῶν καὶ κοσμεῖν αὐτὰ ὅτε τὸ ζωοποιοῦν πνεῦμα καταλιπών τις τὸ ἐνυπάρχον τοῖς βουλήμασιν τῶν γραμμάτων αὐτῶν, περιέπει καὶ περικοσμεῖ τὸ ἀποκτεῖνον γράμμα, τὸ κάλλος οἰόμενος τῆς προφητείας ἐν τῇ ψιλῇ εἶναι ἐκδοχῇ τοῦ γράμματος. ἔργον δὲ τοῦτο τῶν ταλανιζομένων ὑπὸ τοῦ κυρίου γραμματέων καὶ Φαρισαίων, γραμματέων μὲν ὀνομαξομένων τῶν ἐπωνύμων ψιλοῦ τοῦ γράμματος, Φαρισαίων δὲ τῶν ἀποδιῃρημένων καὶ τὴν θείαν ἐνότητα ἀπολωλεκότων· Φαρισαῖοι γὰρ ἑρμηνεύονται· οἱ. IV, 45. Ὀτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, Πάνια ἑωρακότες α' ἐποίησεν ἐν Ἱεροσολύμοις ὲν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.