Ancient Greek · ~1 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 381
Not analysed yet
Ἄξιον ἰδεῖν τὴν αἰτίαν τῆς τῶν Γαλιλαίων παραδοχῆς, ἣν παρεδέξαντο τὸν σωτῆρα ἐλθόντα εἰς τὴν Γαλιλαίαν, εἰ τηλικαύτη ἠν ὥστε κατάπληξιν αὐτοῖς ἐμποιῆσαι καὶ θαυμασμὸν περὶ τοῦ σωτῆρος εἰς τὸ παραδέξασθαι αὐτόν· ἔτι δὲ ἐπὶ τίνα ἀναφέρεται οἱονεὶ πολλά, ἂ ἐποίησεν ἐν Ἱεροσολύμοις ὁ Ἰησοῦς, τὸ »Πάντα »ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ«.