Ancient Greek · ~3 min
383 to 385
Origen, Commentarii in Evangelium Joannis 383-385
Not analysed yet
τί οὖν τηλικοῦτόν έστιν ἐν τούτοις, ὥστε κινηθέντας ἐπ᾿ αὐτοῖς τοὺς Γαλιλαίους δέξασθαι τὸν κύριον, μαρτυρουμένους διὰ τοῦτο αὐτὸν δεδέχθαι, ἐπεὶ ἐλθόντες εἰς τὴν ἑορτὴν ἐν Ἱεροσολύμοις πάντα ἑωράκασιν ἃ ἐποίησεν ἐκεῖ ὁ Ἰησοῦς; εἰ μεμνήμεθα τῶν εἰρημένων εἰς τὸν τόπον ἀποδεικνύντων οὐκ ἐλάττονα δύναμιν ἐμφαίνεσθαι τοῦ σωτῆρος έν ἐκείνοις παρὰ τὴν ἐνεργήσασαν εἰς τυφλοὺς ἀναβλέψαι καὶ κωφοὺς ἀκοῦσαι καὶ χωλοὺς περιπατῆσαι, λεκτέον ὅτι μήποτε <oὐ> παραλογισάμενοι ἐννοήσαντες Γαλιλαῖοι καὶ καταπλαγέντες τὴν θειότητα τοῦ Ἰησοῦ, ἐλθόντα αὐτὸν εἰς τὴν Γαλιλαίαν ἐδέξαντο »πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν τοῖς »Ἱεροσολύμοις«. τὰ δὲ »πάντα« ταῦτα ἦν, τῷ ἐκ σχοινίων φραγελλίῳ ἐκβεβλῆσθαι ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας καὶ τῶν κολλυβιστῶν ἐκκεχύσθαι τὰ κέρματα καὶ τὰς τραπέξας ἀνατετράφθαι, μετ᾿ ἐξουσίας δὲ εἰρῆσθαι τοῖς τὰς περιστερὰς πωλοῦσιν· »Ἄρατε »ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμ- »πορίου«.