Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 386
Not analysed yet
οἶμαι δὲ μηδὲ ταῦτα μόνα αὐτὸν πεποιηκέναι τότε, ἀλλὰ καὶ ἄλλα σημεῖα· ἐπιφέρεται γὰρ ἐκείνοις· »Ὡς δὲ ἠν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἐορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίησεν· ἐφ᾿ οἷς καὶ ὁ Νικόδημός φησι· »Ῥαββεί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· »οὐδεὶς γὰρ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν ἅ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ »ὁ θεὸς μετ᾿ αὐτοῦ«.