Ancient Greek · ~2 min
387 to 388
Origen, Commentarii in Evangelium Joannis 387-388
Not analysed yet
πλὴν ἔξεστιν Γαλιλαῖον ὄντα ἑορτάξειν ἐν Ἱεροσολύμοις γινόμενον, ὅπου ὁ ναὸς τοῦ θεοῦ, καὶ θεωρεῖν πάντα ὅσα ἐποίει ἐκεῖ Ἰησοῦς, καὶ μάλιστα τίνα τρόπον ἐκβάλλει τῷ ἐκ σχοινίων φραγελλίῳ ὑπ᾿ αὐτοῦ πεποιημένῳ πάντας τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς τά τε πρόβατα καὶ τοὺς βόας καὶ τὰ λοιπά. ἀρχὴ γὰρ ἡ ἐν Ἱεροσολύμοις ἑορτὴ τοῖς Γαλιλαίοις ἐστὶν τοῦ καὶ δέξασθαι τὸν υἱὸν τοῦ θεοῦ ἐλθόντα πρὸς αὐτούς· μὴ γὰρ ἑωρακότες τὰ ἐν τῇ ἑορτῇ οὐκ ἂν ἐδέξαντο αὐτόν· ἢ οὐδὲ αὐτὸς μὴ προευτρεπισθεῖσιν πρὸς τὸ λαβεῖν αὐτὸν οὕτως ἂν σπουδαίως ἐπεδήμησεν καταλιπὼν τοὺς ἐρωτήσαντα( αὐτὸν »μεῖναι παρ’ αὐτοῖς«.