Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 39
Not analysed yet
ἡ δὲ παρ’ ἀνθρώποις ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο· οἷον ἡ ἐν Παύλῳ ἀλήθεια καὶ τοῖς ἀποστόλοις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. καὶ οὐ θαυμαστὸν μιᾶς οὔσης ἀληθείας οἱονεὶ πολλὰς ἀπ’ ἐκείνης λέγειν ἐρρυηκέναι. οἶδε γοῦν ὁ προφήτης Δαβὶδ πολλὰς ἀληθείας λέγων· »Ἀληθείας ἐκζητεῖ κύριος«· οὐ γὰρ τὴν μίαν ἐκζητεῖ ἀλήθειαν ὁ πατὴρ αὐτῆς, ἀλλὰ τὰς πολλάς, δι᾿ ἃς σώζονται οἱ ἔχοντες αὐτάς.