Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 40
Not analysed yet
τὸ δ’ ὅμοιον τῷ περὶ τῆς ἀληθείας καὶ τῶν ἀληθειῶν λόγῳ εὑρίσκομεν εἰρημένον περὶ δικαιοσύνης καὶ δικαιοσυνῶν. ἡ γὰρ αὐτοδικαιοσύνη ἡ οὐσιώδης Χριστός ἐστιν· »Ὅς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις«. ἀπ᾿ ἐκεί- νης δὲ τῆς δικαιοσύνης ἡ ἐν ἑκάστῳ δικαιοσύνη τυποῦται, ὡς γίνεσθαι ἐν τοῖς σωζομένοις πολλὰς δικαιοσύνας· διὸ καὶ γέγραπται »Ὅτι δί- »καιος κύριος, καὶ δικαιοσύνας ἠγάπησεν«· οὕτω γὰρ ἐν τοῖς ἀκριβέσιν ἀντιγράφοις εὕρομεν καὶ ταῖς λοιπαῖς παρὰ τοὺς ἑβδομήκοντα ἐκδόσεσι καὶ τῶ Ἑβραϊκῷ.