Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 39-3
Not analysed yet
οἱ μὲν γὰρ κατὰ τὰς γραφὰς σοφοὶ πίνουσιν ὡς ὁ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ· οἱ δὲ ἁπλούστεροι καὶ ἀκεραιότεροι, οἱ λεγόμενοι »πρόβατα Χριστοῦ«, πίνουσιν ὡς τὰ θρέμματα τοῦ Ἰακώβ· οἱ δὲ παρεκδεχόμενοι τὰς γραφὰς καὶ δύσφημά τινα συνιστάντες προφάσει τοῦ νενοηκέναι αὐτὰς πίνουσιν ὠς ἡ πρὸ τοῦ πιστεῦσαι εἰς Ἰησοῦν Σαμαρεῖτις ἔπινεν. 4, 15 Λέγει Πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδέ διέρχωμαι ἐνθάδε ἀντλεῖν.