Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 40-3
Not analysed yet
Ἤδη δεύτερον »κύριον« ἀναγορεύει τὸν σωτῆρα ἡ Σαμαρεῖτις· πρότερον μὲν ὅτε φησί· »Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ »ἐστὶν βαθύ‘, ὅτε καὶ ἐπιζητεῖ πόθεν ἔχει τὸ ζῶν ὕδωρ, καὶ εἰ μείζων εἴη τοῦ νομιζομένου πατρὸς αὐτῇ Ἰακώβ· νῦν δὲ ὅτε καὶ αἰτεῖ ἀπὸ τοῦ ὕδατος τοῦ γινομένου πηγῆς ἐν τῷ πίνοντι ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.