Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 393
Not analysed yet
οὐδὲν δὲ θαυμαστὸν εἰ ἐπείπερ τὰ πλείονα τῶν ἔργων τοῦ θεοῦ ἐστιν ἐν ἀποκρύφοις, πολλὰ ὑπὲρ σωτηρίας τῶν πολλαχοῦ ποιῶν ὁ Ἰησοῦς, ὡν τύποι τὰ λοιπὰ ἀναγεγραμμένα χωρία, δὶς τῇ Κανᾷ ταύτῃ ἐπιδημεῖ βεβαιῶν ἑαυτῷ κτῆσιν τῶν ἀπὸ ταύτης τῆς γῆς πιστευόντων εἰς τὸν πατέρα δι’ αὐτοῦ. 4, 46 -53 Καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ῄσθένει ἐν Καφαρναοῦμ· ἕως· Καὶ ἐΠίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.