Ancient Greek · ~4 min
394 to 396
Origen, Commentarii in Evangelium Joannis 394-396
Not analysed yet
οὐ πάνυ εὑρίσκομεν παρὰ Ἰουδαίοις τετριμμένον τὸ τοῦ βασιλικοῦ ὄνομα, ὅθεν οὐδὲ ὅσον ἐπὶ τῇ ἱστορίᾳ ἐπιβάλλομεν νῷ, τίς ἠν οὑτος ὁ βασιλικὸς καὶ τίνος βασιλέως ἐπώνυμος. ὁ μὲν οὐν ἀκεραιότερος οἰήσεται τοῦ βασιλέως Ἡρώδου τινὰ ἄνθρωπον εἶναι τοῦτον τὸν βασιλικόν· ἕτερος δὲ τούτῳ ὅμοιος ἐρεῖ τῆς Καίσαρος οἰκίας γεγονέναι τοῦτον τὸν βασιλικόν, πράττοντά τι περὶ τὴν Ἰουδαίαν τότε· οὐδὲ γὰρ σαφῶς εὑρίσκεται Ἰουδαῖος ὤν, ἐπείπερ οὐκ ἀκολουθεῖ >τὸν υἱὸν αὐτοῦ ἠσθενηκέναι ἐν Καφαρναοὺμ οἰκεῖον αὐτὸν εἶναι τῶν κατὰ τοὺς τόπους. ἐμφαίνεται δὲ αὐτοῦ τὸ ἀξίωμα καὶ ἐκ τοῦ ἤδη αὐτοῦ καταβαίνοντος τοὺς δούλους αὐτῷ ἀπηντηκέναι, λέγοντας ὅτι ὁ παῖς αὐτοῦ ’πληθυντικῶς γὰρ οἱ δοῦλοι εἴρηνται. ἐχέτω τοίνυν ὅπως ποτὲ τὸ τῆς ἱστορίας καὶ ὁ υἱὸς τοῦ βασιλικοῦ κομψότερον ἐσχηκέτω κατὰ τὸν τοῦ σωτῆρος λόγον τῇ ἑβδόμῃ ὥρᾳ ἐλευθερωθεὶς ἀπὸ τοῦ πυρετοῦ καὶ ἡ οἰκία αὐτοῦ ὅλη πεπιστευκέτω.