Ancient Greek · ~5 min
406 to 410
Origen, Commentarii in Evangelium Joannis 406-410
Not analysed yet
τάχιον δὲ παρακαλεῖ τὸν κύριον καταβῆναι πρὸς τὸ νοσοῦν παιδίον ἑαυτοῦ, εὐλαβούμενος μὴ προλάβῃ ὁ θάνατος κρατήσας τὸν κάμνοντα, καὶ ἀπελαύνει γε τὸν πυρετὸν λόγῳ ὁ χριστὸς ἐπαγγειλάμενος τῷ πατρὶ περὶ τῆς ζωῆς τοῦ κινδυνεύοντος διὰ τοῦ »Πορεύου· ὁ υἱός σου ζῇ«. ἔχει δὲ οὑτος ὁ βασιλικὸς οὐ μόνον υἱόν, ἀλλὰ καὶ δούλους, ὧν σύμβολον ἦσαν οἱ οἰκογενεῖς καὶ ἀργυρώνητοι τοῦ Ἀβραάμ, εἶδός τι πιστευόντων ταπεινότερον καὶ ὑποβεβηκός. οὗτοι συνόντες τῷ κάμνοντι παιδίῳ θεωροῦσιν τὴν σωτηρίαν αὐτοῦ καὶ ἀπαντῶσιν τῷ πατρὶ εὐαγγελιζόμενοι τὴν ζωήν τοῦ θεραπευθέντος διὰ τοῦ »῾Ο παῖς σου ζῇ«, †εὐφραίνοντες ὅτι οὐκ ἐφρόνουν πρότερον περὶ τοῦ παιδίου τοῦ δεσπότου ὅτι ἔζη. οὐ μάτην δὲ ὥραν ἑβδόμην ἀφίησιν αὐτὸν ὁ πυρετός· ὁ γὰρ ἀριθμὸς ἀναπαύσεως ἠν. ὁ ἐν Καφαρναοὺμ μέντοι γε υἱός ἐστιν, ὁ νοσῶν καὶ θεραπευόμενος ὁ ἐν τῷ τῆς »Παρακλήσεως ἀγρῷ« γένος Ὁ ἐν Καφαρναοὺμ μέντοι γε υἱός ἐστιν, ὁ νοσῶν καὶ θεραπευόμενος ὁ ἐν τῷ τι κεκμηκότων μὲν οὐπάντη δὲ ἔξω καρπῶν γεγενημένων· καὶ τελειοτάτη γνόντι τῷ πατρὶ τὴν τοῦ υἱοῦ σωτηρίαν ἡ πίστις γίνεται πανοικεὶ πιστεύοντι Χριστῷ. Κατελθὼν δὲ ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν πῶς τοῦτο δεύτερον σημεῖον πεποίηκεν ὁ Ἰησοῦς, κατὰ τὸ δυνατὸν ἐν τοῖς ἑξῆς γενόμενοι κατὰ τὴν λέξιν ἐρευνήσομεν.