Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 405
Not analysed yet
Τὸ δὲ »᾿Εὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε« λεγόμενον πρὸς αὐτὸν τὴν ἀναφορὰν ἔχει ἐπὶ τὸ πλῆθος τῶν υἱῶν αὐτοῦ, τάχα δὲ καὶ ἐπ᾿ αὐτόν. ὡς γὰρ Ἰωάννης προσδοκῶν τὴν Χριστοῦ ἐπιδη- μίαν περιέμενεν τὸ δοθὲν σημεῖον, ἵνα δι᾿ αὐτοῦ γνῷ τὸν προφητευόμενον (τὸ δὲ σημεῖον ἦν· »᾿Εφ᾿ ὃν ἂν ἴδῃς τὸ πνεῦμα »καὶ μένον ἐπ᾿ αὐτόν, οὑτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ«), οὕτως καὶ προκεκοιμημένοι ἅγιοι προσδοκῶντες καὶ τὴν ἐν σώματι τοῦ χριστοῦ ἐπιδημίαν ἀπὸ τῶν σημείων καὶ τῶν τεράτων ἐχαρακτήριζον αὐτὸν διὰ τούτων τῷ ἐλπιζομένῳ πιστεύοντες.