Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 41-3
Not analysed yet
καὶ εἴπερ ἀληθὲς τὸ »Σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν«, δῆλον ὅτι εἰποῦσα· Δός μοι τοῦτο τὸ »ὕδωρ« ἔλαβεν τὸ ζῶν ὕδωρ, ἵνα μηκέτι ἀπορῇ διφῶσα μηδὲ διέρχηται ἐπὶ τὴν πηγὴν τοῦ Ἰακὼβ διὰ τὸ ἀντλεῖν, ἀλλὰ χωρὶς τοῦ ὕδατος τοῦ Ἰακὼβ θεωρῆσαι τὴν ἀλήθειαν ἀγγελικῶς καὶ ὑπὲρ ἄνθρωπον δυνηθῇ. οὐδὲ γὰρ οἱ ἄγγελοι δέονται τῆς τοῦ Ἰακὼβ πηγῆς, ἵνα πίωσιν, ἀλλ’ ἔκαστος ἐν ἑαυτῷ ἔχει πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον γεγενημένην καὶ ἀποκαλυφθεῖσαν ἀπὸ αὐτοῦ τοῦ λόγου καὶ αὐτῆς τῆς σοφίας.