Ancient Greek · ~1 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 412
Not analysed yet
Οἶμαι γὰρ καὶ τῶν ἀρχόντων τινὰς καταπεπληγότας τὴν δύναμιν αὐτοῦ καὶ τὴν θειότητα προσπεφευγέναι αὐτῷ καὶ ἠξιωκέναι περὶ τῶν ὑπ᾽ αὐτοῖς οἰκ- νομουμένων· ἐπεὶ τί δήποτε ἄνθρωποι μὲν μετάνοιαν ἐπεδέχονται καὶ ἐξ ἀπιστίας εἰς πίστιν μεταβάλλουσιν, ἐπὶ δὲ τῶν δυνάμεων τὸ παραπλήσιον λέγειν ὀκνήσομεν;