Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 413
Not analysed yet
ἢ λεγέτω τις ἡμῖν τί τὸ αἴτιον τοῦ δύνασθαι μὲν τοὺς ἐν δεδυμένους σαρκὶ καὶ αἵματι μεταβαλόντας κα- ταπεφευγέναι ἐπὶ τὸν θεὸν διὰ Χριστοῦ, τοὺς δὲ καθαρωτέρᾳ τῇ φήσει χρωμένους πάντας ἀνεπιδέκτους εἶναι τῆς εἰς τὸν σωτῆρα πίστεως καὶ τῆς ἐπὶ παῖς τεραστείοις δυνάμεσιν ὑπ’ αὐτοῦ γινομέ- ναις καταπλήξεως· ἐγὼ δὲ νομίζω καὶ †περὶ τοὺς ἄρχοντάς τι γίνεσθαι μεταβαλόντας ἐπὶ τὸ βέλτιον ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ, ὥστε τινὰς ὅλας πόλεις ἢ καὶ ἔθνη οἰκειότερον πολλῶν ἐσχηκέναι τὰ πρὸς τὸν χριστόν.