Ancient Greek · ~3 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 42-3
Not analysed yet
παραθετέον δὲ πρὸς τὸ θεωρῆσαι διαφορὰς τῶν ἐπιπλεῖον ἢ ἔλαττον δεχομένων τὸν Ἰησοῦν σοῦν τώ »Ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας« τὸ ἐν τώ κατὰ Ματθαῖο τῷ ἀναστάντι ἐκ νεκρῶν μεμαθητευμένοις λεγόμενον καὶ ἀποστελλομένοις μαθητεῦσαι πάντα τὰ ἔθην οὕτως ἔχον· »Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ ἀιῶνος«. τοῖς μὲν γὰρ πάντα ὅσα ἐνδέχεται φύσιν ἀνθρωπίνην γνῶναι ἔτι ἐνταῦθα τυγχάνουσαν εἰσομένοις λέγεται δεικτικῶς τὸ »Ἰδοὺ ἐγώ με θ’ ὑμῶν »εἰμι«· καὶ περὶ πάσης τῆς ἐν τοῖς θεωρησομένοις ἀνατολῆς ἡμέρας πλείονας ποιούσης τοῖς μακαριωτάτοις τὸ »Πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«. περὶ δὲ τῶν ἐν Καφαρναύμ, πρὸς οὓς ὡς ὑποδεεστέρους καταβαίνουσιν οὐ μόνον ὁ Ἰησοῦς ἀλλὰ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταί· »Ἐκεῖ ἔμειναν οὐ πολ- »λὰς ἡμέρας«.