Ancient Greek
43 to 45
Origen, Commentarii in Evangelium Joannis 43-3-45
Not analysed yet
Χ. Εἰκὸς δὲ οὐκ ἀλόγως ζητήσειν τινὰς εἰ μετὰ πάσαςσ τὰς ἡμέρας τούτου τοῦ αἰῶνος οὐκέτι ἔσται ὁ εἰπών· »Ἰδοὺ ἐγὼ μεθ’ »μετὰ τῶν χωρησάντων αὐτὸν »ἕως τῆς συντελείας τοῦ αἰῶ- »νος«· τὸ γὰρ »ἕως« οἱονεὶ περιγραφήν τινα δηλοῖ χρόνου. λεκτέον δὲ καὶ πρὸς τοῦτο, ὅτι οὐ ταὐτόν έστιν τὸ »Μεθ' ὑμῶν εἰμι« τῷ »Ἐν ὑμῖν x003E; . τάχα οὖν κυριώτερον λέγοιμεν ἂν οὐκ »ἐν« μαθητευομένοις εἶναι τὸν σωτῆρα, ἀλλὰ »μετ'« αὐτῶν ὅσον τώ νώ οὐκ ἐφθακόσιν ἐπὶ τὴν τοῦ αἰῶνος συντέλειαν. ἐπὰν δὲ τὴν] τοῦ κόσμου σταυρωθέντος αὐτοῖς τὴν συντέλειαν αὐτοῦ ἐνστᾶσαν τὸ ὅσον ἐπὶ τῇ αὐτῶν παρασκευῇ θεωρήσωσιν, τότε οὐκέτι μετ' αὐτῶν ἀλλὰ ἐν αὐ- τοῖς γενομένου τοῦ Ἰησοῦ ἐροῦσιν τὸ »Οὐκέτι ζώ ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ »Χριστός« καὶ τὸ »Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ«.