Ancient Greek · ~4 min
43 to 46
Origen, Commentarii in Evangelium Joannis 43-46
Not analysed yet
ἀναγαίως δὲ καὶ ἀπολύτως εἴρηται καὶ »λόγος« καὶ μετὰ προσθήκης »λόγος τοῦ θεοῦ«· ὧν εἰ τὸ ἕτερον σεσιώπητο, ἀφορμὰς ἄν εἴχομεν τοῦ παρεκδέξασθαι καὶ ἀπο- πεσεῖν τῆς περὶ τοῦ λόγου ἀληθείας. εἰ γὰρ »λόγος« μὲν ἀναγέγραπτο »λόγος δὲ θεοῦ« μὴ εἴρητο, οὐ σαφῶς ἐμανθάνομεν, ὅτι οὗτος ὁ λόγος »λόγος τοῦ θεοῦ« ἐστι. πάλιν τ’ αὖ εἰ »λόγος μὲν θεοῦ« προσηγόγευτο, »λόγος« δὲ ἀπολύτως οὐκ εἴρητο, κἄν πολλοὺς λόγους ἀναπλάσσοντες κατὰ τὴν πρὸς ἕκαστον τῶν λογικῶν σχέσιν μάτην ἄν πολλοὺς κυρίως οὕτως ὀνομαζομένους παρεδεφάμεθα. καλῶς μέντοι γε διαγράφων τὰ περὶ τοῦ λόγου τοῦ θεοῦ ἐν τῇ Ἀποκαλύψει ὁ ἀπόστολος καὶ ὁ εὐαγγελιστής, ἤδη δὲ καὶ καὶ τῆς Ἀποκαλύψεως καὶ προφήτης, φηςὶ τὸν τοῦ θεοῦ λόγον ἑωρακέναι ἐν ἀνεῳγότι τῷ οὐρανῷ ἐφ’ ἵππῳ λευκῷ ὀχούμενον. τί δὲ αὐτωίττεται τὸ ἀνεῷχθαι τὸν οὐρανὸν καὶ ὁ λευκὸς ἵππος καὶ τὸ ἐπ’ αὐτοῦ καθέζεσθαι τὸν καλούμενον τοῦ θεοῦ λογον, πρὸς τῷ εἶναι θεοῦ λόγον καὶ πιστὸν καὶ ἀληθινὸν καὶ ἐν δικαιοσύνῃ κρίνοντα καὶ πολεμοῦντα λεγόμενον, κατανοητέον, ἵνα ἔτι μᾶλλον προβιβασθῶμεν τῷ ἐκαβεῖν τὰ περὶ »τοῦ λόγου τοῦ θεοῦ«.