Ancient Greek · ~3 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 47
Not analysed yet
κεκλεῖσθαι δὲ ἡγοῦμαι τὸν οὐρανὸν τοῖς ἀσεβέσι καὶ τὴν εἰκόωα τοῦ χοϊκοῦ φέρουσιν, ἀνεῷχθαι δὲ τοῦς δικαίοις καὶ κεκοσμημένοις τῇ τοῦ ἐπουρανίου εἰκόνι· τοῖς μὲν γάρ, ἅτε κάτω τυγχάνουσι καὶ ἐν σαρκὶ ἔτι ὑπάρχουσιν, ἀποκέκλεισται τὰ κρείττονα οὐ συνιέναι αὐτὸ οὐδὲ τὸ κάλλος αὐτῶν δυναμένοις, ἐπεῖ μὴ βούλον- ται κατανοεῖν συγκύπτοντες καὶ μὴ ἐπιδιδόντες αὑτοὺς εἰς τὸ ἀνα- κύπτειν· τοῖς δὲ διαφέρουσι, ἅτε τὸ ποίτευμα ἔχουσιν ἐν οὐρανοῖς, τὰ οὐράνια τῇ κλεικὶ τοῦ Δαβὶδ ἀνέῳγε θεωρούμενα, τοῦ θείου λόγου ἀνοίγοντος αὐτὰ καὶ σαφηνίζοντος διὰ τοῦ ὀχεῖσθαι ἵππῳ, φωναῖς τὰ σημαινόμενα ἀπαγγελλούσαις, λευκῷ διὰ τὸ φανερὸν καὶ τὸ λευκὸν καὶ φωτεινὸν τῆς γνώσεως.