Ancient Greek
46 to 47
Origen, Commentarii in Evangelium Joannis 46-47
Not analysed yet
καὶ τοῦτο τὸ ὅνομα ἐκείνων οὐκ ἐπὶ Χριστοῦ ταττόντων ἀλλ’ οἰομένων ἕτερον παρὰ τὸν χριστὸν αὐτὸν εἶναι, αὐτὸς γινώσκων τὸν οὗ πρόδρομός ἐστιν ὅτι καὶ ὁ χριστὸς καὶ ὁ προφήτης οὑτος ἐστὶν ὁ προφητευθείς, φησίν »Οὔ«· τάχα ἂν τὸ »Ναὶ« ἀποκρινάμενος, εἰ χωρὶς τοῦ ἄρθρου ἠρωτήκεισαν· οὐ γὰρ ἡγνόει προφήτης ὤν. καὶ ἐν ταύταις ὅλαις ταῖς ἀποκρίσεσιν ἡ δευτέρα οὐδέπω τετέλεσται μαρτυρία Ἰωάννου, ἕως τοῖς αἰτοῦσιν ἀπόκρισιν ἀπαγγελθησομένην τοῖς πέμψασιν ἑαυτὸν ἀπὸ προφητικῆς κατήγγειλε φωνῆς τῆς τοῦ Ἡσαΐου οὕτως ἐχούσης· »Φωνὴ βοῶντος »ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν δυρίου«.