Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 48-2
Not analysed yet
Ἄξιον δὲ ζητῆσαι πότερον τετέλεσται ἡ δευτέρα ΜΑΡΤΥΡΊΑ καὶ τρίτη γίνεται πρὸς ἀπεσταλμένους ἐκ τῶν Φαρισαίων καὶ βουλομένους μαθεῖν τί δήποτε βαπτίζει, μήτε Χρωτὸς μήτε Ἠλίας μήτε ὁ προφήτης τυγχάνων, ἐν τῷ »Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος »δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, [ὁ] ὀπίσω μου ἐρχόμενος, οὗ »οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος‘, ἢ μέρος τῆς δευτέρας ἐστὶ · καὶ τὸ ἀπαγγελλόμενον πρὸς τοὺς Φαρι- σαίους.