Ancient Greek
48 to 54
Origen, Commentarii in Evangelium Joannis 48-3-54
Not analysed yet
Ὁ μέντοι γε Ἡρακλέων τὸ »Μετὰ τοῦτο κατέβη εἰς »Καφαρναοὺμ αὐτὸς« διηγούμενος ἄλλης πάλιν οἰκονομίας ἀρχήν φησι δηλοῦσθαι, οὐκ ἀργῶς τοῦ >Κατέβη< εἰρημένου· καί φησι τὴν Καφαρναοὺμ σημαίνειν ταῦτα τὰ ἔσχατα τοῦ κόσμου, ταῦτα τὰ ὑλικὰ εἰς ἃ κατῆλθεν· καὶ διὰ τὸ ἀνοίκειον, φησίν, εἶναι τὸν τόπον οὐδὲ πεποιηκώς τι λέγεται ἐν αὐτῇ ἢ λελαληκώς. εἰ μὲν οὐν μηδὲ ἐν τοῖς λοιποῖς εὐαγγελίοις πεποιηκώς τι ἢ λελαληκὼς ἐν τῇ Καφαρναοῦμ ὁ κύριος ἡμῶν ἀνεγέγραπτο, τάχα ἂν ἐδιστάξαμεν περὶ τοῦ παραδέξασθαι αὐτοῦ τὴν ἑρημνείαν. νυνὶ δὲ ὁ μὲν Ματθαῖος καταλιπόντα φησὶ τὸν κύριον ἠμῶν τὴν Ναζαρὰ ἐλθόντα κατῳκηκέναι εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ,καὶ ἀπὸ τότε ἀρχὴν τοῦ κηρύσσειν πεποιῆσθαι λέγοντα· »Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία »τῶν οὐρανῶν«. ὁ δὲ Μάρκος ἀπὸ τοῦ πρὸς τὸν διάβολον πειρασμοῦ, μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἀπαγγέλλει ἡμῖν εἰς τὴν Γαλιλαίαν κηρύσσοντα τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐληλυθέναι τὸν κύριον· καὶ μετὰ τὴν εἰς ἀποστολὴν ἐκλογὴν τῶν τεσσάρων ἁλιέων »εἰσπορεύονται εἰς Καφαρναούμ· καὶ εὐθὺς τοῖς σάββασιν »ἐδίδασκεν εἰς τὴν συναγωγήν, καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ »αὐτοῦ«. ἀλλὰ καὶ πρᾶξιν αὐτοῦ ἀναγράφει γεγενημένην ἐν Καφαρναούμ· »Εὐθύς«, γάρ φησιν, ἐν τῇ συναγωγῇ αὐτῶν ἦν »ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραζε λέγων· Ἔα. τί »ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἠλθες ἀπολέσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ υἱός τοῦ θεοῦ. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγ(ον· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ«· ὅτε ἔσπάραξεν »αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ »αὐτοῦ· καὶ ἐθαμβήθησαν ἅπαντες«. καὶ ἡ πενθερὰ Σίμωνος τοῦ πυρετοῦ ἀπαλλάσσεται ἐν τῇ Καφαρναόυμ. πρὸς τούτοις ὁ Μάρκος φησὶν ἑσπέρας γεγενημένης ἐν τῇ Καφαρναοὺμ τεθεραπεῦσθαι »πάντας τοὺς κακώς ἔχοντας καὶ διαμονιζομένους«.