Ancient Greek
55 to 56
Origen, Commentarii in Evangelium Joannis 55-3-56
Not analysed yet
καὶ ὁ Λουκᾶς γε τὰ παραπλήσια τῷ Μάρκῳ ἀπαγγέλλει περὶ τῆς Καφαρναοὺμ λέγων· »Καὶ ἦλθεν εἰς Καφαρναούμ, πόλιν τῆς »Γαλιλαίας, καὶ ἠν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν καὶ ἐξε- πλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἠν ὁ λόγος αὐτοῦ. καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκα- »θάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ· Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ »Ναζαρηνέ; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἀπ’ αὐτοῦ. τότε καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς μέσον ἐξῆλθεν ἀπ’ αὐτοῦ μηδὲν βλάψαν αὐτόν«.