Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 49
Not analysed yet
καλεῖται δὲ »πιστὸς« ὁ ἐπὶ τοῦ λευκοῦ ἵππου οὐ κιὰ τὸ πιστεύειν ὅσον διὰ τὸ πιστευτὸς εἶναι, τουτέστι, τοῦ πιστεύεσθαι ἄξιος· κύριος γὰρ κατὰ τὸν Μωσέα πιστὰς καὶ ἀληθινός. καὶ ἀληθινὸς γὰρ πρὸς ἀντιδιαστολὴν σκιᾶς καὶ τύπου καὶ εἰκόνος, ἐπεὶ τοιοῦτος ὁ ἐν τῷ ἀνῳγότι οὐρανῷ λόγος· ὁ γὰρ ἐπὶ γῆς οὐ τοιοῦτος ὁποῖος ὁ ἐν οὐρανῷ, ἅτε γενόμενος σὰρξ καὶ διὰ σκιῶς καὶ τύπων καὶ εἰκόνων λαλούμνος.