Ancient Greek
50 to 52
Origen, Commentarii in Evangelium Joannis 50-52
Not analysed yet
τὰ δὲ πλήθη τῶν πεπιστευκέναι νομιζομένων τῇ σκιᾷ τοῦ λόγου καὶ οὐχι τῷ ἀληθινῷ λόγῳ θεοῦ ἐν τῷ ἀνεῳγότι γὐρανῷ τυγχάνοντι μαθητεύεται. διόπερ ὁ Ἱερμίας φησί· »Πνεῦμα προσώπου »ἡμῶν χριστὸς κύριος, οὗ εἴπομεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν »τοῖς ἔθνεσιν. «οὗτος δὴ ὁ λόγος τοῦ θεοῦ ὁ πιστὸς καλούμενος καὶ ἀληθινὸς καλεῖται καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ, τῇ αὐτοδικαιοσύνῃ καὶ αὐτοκρίσει τὸ κατ’ ἀξίαν ἑκάστου τῶν ὄντων ἀπονέμειν ἀπὰ θεοῦ δύνασθαι λαβὼν καὶ κρίνειν. οὐδεὶς γὰρ τῶν μετεχόντων δικαιοσύνης καὶ τῆς τοῦ κρίνειν λαὸν δυνάμεως οὕτω πάντη ἐναπμάξασθαι ἑαυτοῦ τῇ ψυχῇ δυνήσεται τοὺς τῆς δικαιοσύνης τύπους καὶ οῦ κρίνειν, ὥστε ἐν μηδενὶ ἀποκεῖν τῆς αὐτοδικαιοσύνης καὶ τῆς αὐτοκρίσεως, ὡς οὐδὲ ὁ γράφων εἰκόνα οἷός τε ἔσται μετα- δοῦναι πάντων τῶν τοῦ γραφομένου ἰδιωμάτων τῇ γραφῇ.