Ancient Greek · ~4 min
5 to 8
Origen, Commentarii in Evangelium Joannis 5-8
Not analysed yet
καὶ οὐδὲν θαυμαστὸς οὕτως υἱὸν φρεάτων εἶναι τὸν ἅγιον, ἀπὸ τῶν ἀνδραγαθημάτων πλοοαχοῦ υἱὸν ὀνομαζόμενον, παρὰ μὲν τὸ λάμπειν αὐτοῦ »τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων« »φωτός«, παρὰ δὲ τὸ ἔχειν τὴν »εἰρήνην τοῦ θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν« »εἰρήνης«· ἔτι δὲ διὰ τὴν ἀπὸ τῆς σοφίας ὠφέλειαν, »τέκνον σοφίας«· »Ἐδικαιώθη. »γάρ φησιν, ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς. «οὕτως οὖν ὁ πάντα ἐρευνῶν θείῳ πνεύματι καὶ τὰ βάθη τοῦ θεοῦ, ὤστε ἀποφθέγξασθαι αὐτόν· »Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ«, δύναται εἶναι »φρεάτων υἱός«, πρὸς ὃν ὁ λόγος τοῦ κυρίου γίνεται. ὁμοίως λόγος καὶ πρὸς Ἡσαΐανα ἕρχεται, διδάσκων τὰ ἐν ἐσχάταις ἡμέραις ἀπαντηςόμενα τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ· ὡσαύτως δὲ καὶ πρὸς Ἱερεμίαν θείῳ μετεωρισμῷ ἐπαρθέντα· ἑρμηνεύεταί γὰρ »Μετεωρισμὸς »Ἰαώ«. ἀλλὰ πρὸς μὲν τοὺς ἀνθρώπους πρότερον οὐ χωροῦντας τὴν τοῦ υἱοῦ τοῦ θεοῦ, λόγου τυγχάνοντος, ἐπιδημίαν ὁ λόγος γίνεται· »πρὸς δὲ τὸν θεὸν« οὐ γίνεται, ὡς πρότερον οὐκ ὢν πρὸς αὐτόν, παρὰ δὲ τὸ ἀεὶ συνεῖναι τῷ πατρὶ λέγεται· »Καὶ ὁ λόγος ἦν »πρὸς τὸν θεόν«· οὐ γὰρ »ἐγένετο πρὸς τὸν θεόν«.