Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 9
Not analysed yet
καὶ ταὐτὸν ῥῆμα τὸ »Ἦν« τοῦ λόγου κατηγορεῖται, ὅτε »ἐν ἀρχῇ ἦν «καὶ ὅτε πρὸς τὸν θεὸν ἦν«, οὔτε τῆς ἀρχῆς χωριζόμενος οὔτε τοῦ πατρὸς ἀπολειπόμενος, καὶ πάλιν οὔτε ἀπὸ τοῦ μὴ εἶναι »ἐν ἀρχῇ«γινόμενος »ἐν ἀρχῇ« οὔτε ἀπὸ τοῦ μὴ τυγχάνειν »πρὸς τὸν θεὸν« ἐπὶ τὸ »πρὸς »τὸν θεὸν« εἶναι γινόμενος· πρὸ γὰρ παβντὸς χρόνου καὶ αἰῶνος »ἐν »ἀρχῇ ἦν ὁ λόγος«, καὶ »ὁ λόγος ἦν πρὸς τὸν θεόν«.