Ancient Greek · ~5 min
Bruchstück des . Buches.
Origen, Commentarii in Evangelium Joannis 5-2
Not analysed yet
Εἰ τοίνυν ἀληθὲς τὸ »Ἐκ πολυλογίας οὐκ ἐκφεύζῃ ἁμαρτίαν«, ἀληθὲς δὲ καὶ τὸ μὴ ἡμαρτηκέναι πολλὰ Περὶ τῶν προειρημένων τὸν Σολομῶντα ἀπαγγείλαντα, μηδὲ τὸν Παῦλον παρατείναντα μέχρι μεσονυκτίου, ζητητέον, τίς ἡ πολυλογία, κἀκεῖθεν μεταβατέον ἐπὶ τὸ ἰδεῖν, τίνα τὰ πολλὰ βιβλία. ὁ πᾶς δὴ λόγος] τοῦ θεοῦ λόγος ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν οὐ πολυλογία ἐστίν· οὐ γὰρ λόγοι· λόγος γὰρ εἱς συνεστὼς ἐκ πλειόνων θεωρημάτων, ὡν ἕκαστον θεώρημα μέρος ἐστὶ τοῦ ὅλου λόγου. οἱ δὲ ἔξω τούτου ἀπαγγελλόμενοι περιέχειν διέξοδον καὶ ἀπαγγελίαν ὀποίαν δήποτε, εἰ καὶ ὡς περὶ ἀληθείας εἰσὶ λόγοι, καὶ παραδοξότερόν γε ἐρῶ, οὐδεὶς αὐτῶν λόγος, ἀλλ' ἕκαστοι λόγοι. οὐδαμοῦ γὰρ ἡ μονάς, καὶ οὐδαμοῦ τὸ σύμφωνον καὶ ἕν, ἀλλὰ Παρὰ τὸ διεσπάσθαι καὶ μάχεσθαι τὸ ὲν ἕν ἐκείνων ἀπώλετο καὶ γεγόνασιν ἀριθμοί, καὶ τάχα ἀριθμοὶ ἄπειροι· ὥστε κατὰ τοῦτ᾿ ἂν ἡμᾶς εἰπεῖν, ὅτι ὁ φθεγγόμενος ὅ δήποτε τῆς θεοσεβείας ἀλλότριον πολυλογεῖ, ὁ δὲ λέγων τὰ τῆς ἀληθείας, κἂν εἴπῃ τὰ πάντα ὡς μηδὲν παραλιπεῖν, ἕνα ἀεὶ λέγει λόγον καὶ οὐ πολυλογοῦσιν οἱ ἅγιοι τοῦ σκοποῦ ποῦ τοῦ κατὰ τὸν ἕνα ἐχόμενοι λόγον. εἰ τοίνυν ἡ πολυλογία ἐκ τῶν δογμάτων κρίνεται καὶ οὐκ ἐκ τῆς τῶν πολλῶν λέξεων ἀπαγγελίας, ὅρα εἰ οὕτω συνάμεθα ἕν βιβλίον τὰ πάντα ἄγια εἰπεῖν, πολλὰ δὲ τὰ ἔξω τούτων.