Ancient Greek
Bruchstück des . Buches.
Origen, Commentarii in Evangelium Joannis 6
Not analysed yet
Ἀλλ' ἐπεὶ μαρτυρίου μοι δεῖ τοῦ ἀπὸ τῆς θείας γραφῆς ἐπίσκεψαι, εἰ πληκτικώτατα δύναμαι τοῦτο παραστῆσαι, κατασκευάσας ὅτι περὶ χριστοῦ καθ’ ἡμᾶς οὐκ ἐν ἑνὶ γέγραπται βιβλίῳ, κοινότερον ἡμῶν τὰ βιβλία νοούντων. γέγραπται γὰρ καὶ ἐν τῇ πεντατεύχῳ· εἴηται δὲ καὶ ἐν ἑκάστῳ τῶν προφητῶν καὶ τοῖς ψαλμοῖς καὶ ἁπαξαπλῶς, ὥς φησιν αὐτὸς ὁ σωτήρ, ἐν πάσαις ταῖς γραφαῖς, ἐφ’ ὅς ἀναπέμπων ἡμᾶς φησιν· »Ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δο»κεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. καὶ καὶ ἐκεῖναί αἱ μαρτυροῦσαι »περὶ ἐμοῦ«. εἰ τοίνυν ἀναπέμπει ἡμᾶς ἐπὶ »τὰς γραφὰς «ὡς μαρ- τυρούσας περὶ αὐτοῦ, οὐκ ἐπὶ τήνδε μὲν πέμπει, ἐπὶ τήνδε δὲ οὔ, ἀλλ’ ἐπὶ πάσας τὰς ἀπαγγελλούσας περὶ αὐτοῦ, ἅστινας ἐν τοῖς ψαλμοῖς κεφαλίδα ὀνομάζει βιβλίου λέγων· »Ἐν κεφαλίδι βιβλίου γέ- γραπται περὶ ἐμοῦ«. ὁ γὰρ ἁπλῶς θέλων ἐκλαβεῖν τὸ »ἐν κεφαλίδι »βιβλίου« ἐπὶ οἵου δήποτε ἑνὸς τῶν περιεχόντων τὰ περὶ αὐτοῦ, ἀπαγγελλέτω τίνι λόγω τήνδε τὴν βίβλον ἑτέρας προκρίνει. ἵνα γὰρ καὶ ὑπολαμβάνῃ τις, ἐπ’ αὐτὴν τὴν τῶν ψαλμῶν βίβλον ἀναφέρειν ἡμᾶς τὸν λόγον, λεκτέον πρὸς αὐτόν, ὅτι ἐχρῆν εἰρῆσθαι· »ἐν ταύτῃ τῇ βίβλῳ γέγραπται περὶ ἐμοῦ«. νῦν δέ φησι πάντα μίαν κεφαλίδα, τῷ ἀνακεφαλαιοῦσθαι τὸν περὶ ἑαυτοῦ εἰς ἡμᾶς ἐληλυθότα λόγον εἰς ἕν. τί δὲ καὶ τὸ βιβλίον ἑωρᾶσθαι ὑπὸ τοῦ Ἰωάννου γεγραμμένον ἔμπροσθεν καὶ ὄπισθεν, καὶ κατεσφαγισμένον, ὅπερ οὐδεὶς ἠδύνατο ἀναγνῶναι καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ, εἰ μὴ ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυεὶδ ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυείδ, καὶ ἀνοί- γων καὶ οὐδεὶς κλείσει καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει; ἡ γὰρ πᾶσα γραφή ἐστιν ἡ δηλουμένη διὰ τῆς βίβλου, ἔμπροσθεν μὲν γεγραμμένη διὰ τὴν πρόχειρον αὐτῆς ἐκδοχήν, ὄπισθεν δἐ διὰ τὴν ἀνακεχωρηκυῖαν καὶ πνευματικήν.