Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 5-4
Not analysed yet
Ἔχει δὲ οὕτως τὰ ῥητὰ τοῦ μὲν Ματθαίου· »Τότε ἀφίησιν »αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. »ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν καὶ καταλιπὼν τὴν †Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν »παραθαλασσίαν, έν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ. ἴνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαϊου τοῦ προφήτου, λέγοντος· Γὴ Ζαβουλών«· καὶ μετὰ τὰ ἐν τῷ Ἡσαΐᾳ ῥητὰ λέγει· »Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κη- ρύσσειν καὶ λέγειν· Τι Μετανοεῖτε, ἤγγικε †γὰρ ἡ βασιλεία τῶν οὐρανῶν‘.