Ancient Greek
6 to 7
Origen, Commentarii in Evangelium Joannis 6-3-7
Not analysed yet
ὁ δὲ Μάρκος Καὶ ἦν«, φησίν, »ἐν τῇ ἐρήμῳ τεσσερά- »κοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ καὶ ἠν μετὰ τῶν θηρίων »καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάν- »νην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ »θεοῦ, ὄτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγεικεν ἡ βασιλεία τοῦ θεοῦ· »μετανοεῖτε καὶ πιστεύετε τῷ εὐαγγελίῳ«. ἔπειτα διηγησάμενος καὶ περὶ Ἀνδρέου καὶ Πέτρου, Ἰακώβου τε καὶ Ἰωάννου, ἀναγράφει ταῦτα· »Καὶ εἰσπορευόμενος εἰς Καφαρναοὺμ καὶ εὐθέως τοῖς σάββασιν ἐδί- »δασκεν εἰς τὴν συναγωγήν«.