Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 53
Not analysed yet
διὰ τοῦτο δὴ ἡγοῦμαι τὸν Δαβὶδ λέγειν τὸ »Οὐ δικαιωθήσεται ἐνώπιόν »σου πᾶς ζῶν«· οὐ γὰρ ἁπαξαπλῶς εἶπε »πᾶς ἄνθρωπος« ἤ »πᾶς »ἄγγελος«, ἀλλὰ »πᾶς ζῶν«, ὅτι κἄν τῆς ζωῆς τις μετέχῃ καὶ πάντη τὴν νεκρότητα ἀπσείσηται, οὐδ’οὕτως ὡς πρὸς σὲ δικαιωθῆναι δυνήσεται παραπλησίως τῇ ζωῇ, οὐδὲ δυνατὸν τὸν μετέχοντα τῆς ζωῆς καὶ διὰ τοῦτο ζῶντα χρηματίζοντα αὐτὸν γενέσθαι ζωήν, καὶ τὸν μετέχοντα δικαιοσύνης καὶ διὰ τοῦτο δίκαιον καλούμενον ἐξισω- θῆναι πάντη τῇ δικαιοσύνῃ.