Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 57-2
Not analysed yet
λεκτέον δὲ πρὸς τοῦτο ὅτι, ὡς εἰκός, ἑώρα ἀπὸ τῆς πεύσεως τὸ εὐλαβὲς τῶν ἱερέων καὶ Λευϊτῶν ἐμφαινόντων μὲν ὑπόνοιαν ὑπολήψεως, μήποτ’ εἴη ὁ βαπτίζων Χριστός, γυμνότερον δὲ ὀνομάσαι τοῦτο ὑπὲρ τοῦ μὴ δοκεῖν εἶναι προπετεῖς φυλαττομένων. ὅθεν εὐλόγως ὑπὲρ τοῦ πᾶσαν ὑπόνοιαν αὐτῶν πρῶτον περιαιρεθῆναι ψευδῆ τὴν περὶ ἑαυτοῦ, εἶθ᾿ οὕτως παραστῆσαι τὸ ἀληθὲς τὸ οὐκ εἶναι Χριστὸς πρὸ πάντων ἀποφαίνεται.