Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 56-2
Not analysed yet
ἴσως δ᾿ ἂν οὐκ ἀλόγως τις ἐπιστήσειε τί δήποτε τῶν ἱερἐων καὶ Λευϊτῶν πυνθανομένων Ἰωάννου οὐχὶ εἰ αὐτὸς εἴη ὁ χριστός, ἀλλὰ »Σὺ τίς εἶ; «ἀποκρίνεται ὁ βαπτιστὴς οὐχ ὅπερ ἐχρῆν πρὸς τὸ »Σὺ »τίς εἶ; «»Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«· ἀλλ᾿ ὅπερ οἰκείως ἂν ἐλέγετο εἰ ἦσαν πυθόμενοι »Σὺ εἶ ὁ χριοτός; «ἥρμοττε γὰρ πρὸς τὸ »Σὺ εἶ ὁ χριστός; «τὸ »Ἐγῶ οὐκ εἰμὶ ὁ χριστός«· πρὸς δὲ τὸ »Σὺ τίς »εἶ; «τὸ »Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«.