Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 58
Not analysed yet
Πάνυ δὲ τεταγμένως μετὰ ἐν δικαιοσύνῃ κρίνοντα καὶ κατὰ τὸ ἐν δικαιοσύνῃ κρίνειν πολεμοῦντα, ἑξῆς δὲ τῷ πολεμεῖν φωτίζοντα, ἐπιφίρεται τὸ ἐπὶ τὴν κεφαλὴν εἶναι αὐτοῦ πολλὰ δια- δήματα. εἰ μὲν γὰρ ἕν ἦν καὶ μονοειδὲς τὸ ψεῦδος, καθ’ οὗ τὸν στέφανον ἡττωμένου ἐλάμβανεν ὁ νικήσας »πιστὸς καὶ ἀληθινὸς« λόγος, καὶ ἕν διάδημα περικεῖσθαι εὐλόγως ἄν ἀναγέγραπτο ὁ ἐπι- κρατήσας τῶν ἐναντίων θεοῦ λόγος.