Ancient Greek
59 to 60
Origen, Commentarii in Evangelium Joannis 59-60
Not analysed yet
νυνὶ δὲ πολλῶν ὄντων τῶν ἐπαγγελλομένων τὴν ἀλήθειαν ψευδῶν, καθ’ ὧν στρατευσάμενος ὁ λόγος στεφανοῦται, πολλὰ γίντεται τὰ διαδήματα τῇ κεφαλῇ τοῦ πάντα νικήσντος περικείμενα καὶ ἑκάστης δὲ ἀποστατησάσης ἐνεργείας κρατῶν πολλὰ διαδήματα τῷ νικᾶν περιτίθεται. Ἑξῆς μετὰ τὰ διαδήματα ἀναγέγραπται ἔχειν »ἔνομα γεγραμμένον »ὅ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός«· οὗτος γὰρ ὁ ἕμψυχος λόγος ἐπίσταταί τινα μόνος, διὰ τὸ ὑποδεέστερον ἐν τοῖς ἑξῆς γενητοῖς τῆς φύσεως αὐτοῦ οὐδενὸς χωροῦντος πάντα, ἅ ἀκεῖνος καταλαμβάνει θεωρεῖν. τάχα δὲ καὶ οἱ μετέχοντες ἐκείνου τοῦ λόγου μόνοι παρὰ τοὺς μὴ μετέχοντας ἴσασι τὰ μὴ εἰς ἐκείνους φθάνοντα.