Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 61-2
Not analysed yet
διόπερ, ὡς εἰκός, τῶν γραμματέων καὶ νομικῶν τὸν ἐλπιζόμενον, ἀπὸ τῶν θείων γραφῶν καταγαγόντων αὐτοῦ τὸν χρόνον, ἤδη προσόοκώντων, ἐπεφύησαν Θευδᾶς, οὐκ ὀλίγον πλῆθος ὡς Χριστός, οἶμαι, συναγαγών, καὶ μετ᾿ ἐκεῖνον »Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς τῆς ἀπογραφῆς ἡμέραις«. εἰκότως οὖν θερμότερον τῆς Χριστοῦ ἐπιδημίας προσδοκωμένης καὶ λαλουμένης οἱ Ἰουδαῖοι ἀπὸ Ἱεροσολύμων τοὺς ἱερεῖς καὶ Λευΐτας πέμπουσι πρὸς τὸν Ἰωάννην διὰ τοῦ Σὺ τίς εἶ; «μαθεῖν βουλόμενοι, εἰ αὐτὸς Χριστὸς εἶναι ὁμολογήσει. 1,21. Καὶ ἡρώτησαν αυτόν· Τί οἶν; οὺ Ἠλίας εἶ; λέγει Οὐκ εἰμί.